Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.443 Joseph. BJ 4.451 (English) >>Joseph. BJ 4.458

4.448αἰχμαλωτίζεται δὲ ὑπὲρ χιλίους, καὶ τὸ λοιπὸν πλῆθος ἐξελάσας ἐγκαθίστησιν τῆς οἰκείας δυνάμεως οὐκ ὀλίγην, οἳ κατατρέχοντες ἐπόρθουν ἅπασαν τὴν ὀρεινήν. 4.449αὐτὸς δὲ μετὰ τῆς λοιπῆς δυνάμεως ὑπέστρεψεν εἰς Ἀμμαοῦν, ὅθεν διὰ τῆς Σαμαρείτιδος καὶ παρὰ τὴν Νέαν πόλιν καλουμένην, Μαβαρθὰ δʼ

-- --

ὑπὸ τῶν ἐπιχωρίων, καταβὰς εἰς Κορέαν δευτέρᾳ Δαισίου μηνὸς στρατοπεδεύεται. 4.450τῇ δʼ ἑξῆς εἰς Ἱεριχοῦντα ἀφικνεῖται, καθʼ ἣν αὐτῷ συμμίσγει Τραϊανὸς εἷς τῶν ἡγεμόνων τὴν ἐκ τῆς Περαίας ἄγων δύναμιν ἤδη τῶν ὑπὲρ τὸν Ἰορδάνην κεχειρωμένων. 4.451

Τὸ μὲν οὖν πολὺ πλῆθος ἐκ τῆς Ἱεριχοῦς φθάσαν τὴν ἔφοδον αὐτῶν εἰς τὴν ἄντικρυς Ἱεροσολύμων ὀρεινὴν διαπεφεύγει, καταλειφθὲν δὲ οὐκ ὀλίγον διαφθείρεται. 4.452τὴν δὲ πόλιν ἔρημον κατειλήφεσαν, ἥτις ἵδρυται μὲν ἐν πεδίῳ, ψιλὸν δὲ ὑπέρκειται αὐτῇ καὶ ἄκαρπον ὄρος μήκιστον· 4.453κατὰ γὰρ τὸ βόρειον κλίμα μέχρι τῆς Σκυθοπολιτῶν γῆς ἐκτείνεται, κατὰ δὲ τὸ μεσημβρινὸν μέχρι τῆς Σοδομιτῶν χώρας καὶ τῶν περάτων τῆς Ἀσφαλτίτιδος. ἔστιν δὲ ἀνώμαλόν τε πᾶν καὶ ἀοίκητον διὰ τὴν ἀγονίαν. 4.454ἀντίκειται δὲ τούτῳ τὸ περὶ τὸν Ἰορδάνην ὄρος ἀρχόμενον ἀπὸ Ἰουλιάδος καὶ τῶν βορείων κλιμάτων, παρατεῖνον δὲ εἰς μεσημβρίαν ἕως Σομόρων, ἥπερ ὁρίζει τὴν Πέτραν τῆς Ἀραβίας. ἐν τούτῳ δʼ ἐστὶ καὶ τὸ Σιδηροῦν καλούμενον ὄρος μηκυνόμενον μέχρι τῆς Μωαβίτιδος.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.443 Joseph. BJ 4.451 (English) >>Joseph. BJ 4.458

Powered by PhiloLogic